Άορνος (Greek Wikipedia)

Analysis of information sources in references of the Wikipedia article "Άορνος" in Greek language version.

refsWebsite
Global rank Greek rank
27th place
11th place
1,234th place
1,491st place
4,082nd place
15th place

bl.uk

google.gr

books.google.gr

  • Στέφανος ο Βυζάντιος, Εθνικά, «Εκ των Εθνικών Στεφάνου, κατά Επιτομήν», (Stephanos (ho Byzantios), Lucas Holstenius, Abraham van Berkel) [1] - Έκδοση Λειψίας 1825, Σελ. 66 ή (Stephanus (Byzantius), Anton Westermann, Stephani Byzantii Ethnikōn quae supersunt, Sumptibus et typis B.G. Teubneri), [2] - Έκδοση Λειψίας 1839, Σελ. 46: «Άορνος, πόλις αρσενικώς και θηλυκώς. το εθνικόν Αορνεύς ως Αβαρνεύς».

wikisource.org

el.wikisource.org

  • Αρριανός, «Αλεξάνδρου Ανάβασις», Βιβλίο Τέταρτο, παράγραφος 28: [28] Καὶ ταῦτα οἱ ἐν τοῖς Βαζίροις ὡς ἔμαθον, ἀπογνόντες τὰ σφέτερα πράγματα ἀμφὶ μέσας νύκτας τὴν πόλιν ἐκλείπουσιν, ἔφυγον δὲ ἐς τὴν πέτραν. ὣς δὲ καὶ οἱ ἄλλοι βάρβαροι ἔπραττον• ἀπολιπόντες τὰς πόλεις ξύμπαντες ἔφευγον ἐς τὴν πέτραν τὴν ἐν τῇ χώρᾳ τὴν Ἄορνον καλουμένην. Μέγα γάρ τι τοῦτο χρῆμα πέτρας ἐν τῇ χώρᾳ ταύτῃ ἐστί, καὶ λόγος ὑπὲρ αὐτῆς κατέχει οὐδὲ Ἡρακλεῖ τῷ Διὸς ἁλωτὸν γενέσθαι τὴν πέτραν. εἰ μὲν δὴ καὶ ἐς Ἰνδοὺς ἀφίκετο ὁ Ἡρακλῆς ὁ Θηβαῖος ἢ ὁ Τύριος ἢ ὁ Αἰγύπτιος ἐς οὐδέτερα ἔχω ἰσχυρίσασθαι• μᾶλλον δὲ δοκῶ ὅτι οὐκ ἀφίκετο, ἀλλὰ πάντα γὰρ ὅσα χαλεπὰ οἱ ἄνθρωποι ἐς τοσόνδε ἄρα αὔξουσιν αὐτῶν τὴν χαλεπότητα, ὡς καὶ τῷ Ἡρακλεῖ ἂν ἄπορα γενέσθαι μυθεύειν. κἀγὼ ὑπὲρ τῆς πέτρας ταύτης οὕτω γιγνώσκω, τὸν Ἡρακλέα ἐς κόμπον τοῦ λόγου ἐπιφημίζεσθαι. τὸν μὲν δὴ κύκλον τῆς πέτρας λέγουσιν ἐς διακοσίους σταδίους μάλιστα εἶναι, ὕψος δὲ αὐτῆς, ἵναπερ χθαμαλώτατον, σταδίων ἕνδεκα, καὶ ἀνάβασιν χειροποίητον μίαν χαλεπήν• εἶναι δὲ καὶ ὕδωρ ἐν ἄκρᾳ τῇ πέτρᾳ πολὺ καὶ καθαρόν, πηγὴν ἀνίσχουσαν, ὡς καὶ ἀποῤῥεῖν ἀπὸ τῆς πηγῆς ὕδωρ, καὶ ὕλην καὶ γῆν ἀγαθὴν ἐργάσιμον ὅσην καὶ χιλίοις ἀνθρώποις ἀποχρῶσαν ἂν εἶναι ἐργάζεσθαι. Καὶ ταῦτα ἀκούοντα Ἀλέξανδρον πόθος λαμβάνει ἐξελεῖν καὶ τοῦτο τὸ ὄρος, οὐχ ἥκιστα ἐπὶ τῷ ἀμφὶ τὸν Ἡρακλέα μύθῳ πεφημισμένῳ. τὰ μὲν δὴ Ὦρα καὶ τὰ Μάσσαγα φρούρια ἐποίησεν ἐπὶ τῇ χώρᾳ, τὰ Βάζιρα δὲ τὴν πόλιν ἐξετείχισε. καὶ οἱ ἀμφὶ Ἡφαιστίωνά τε καὶ Περδίκκαν αὐτῷ ἄλλην πόλιν ἐκτειχίσαντες, Ὀροβάτις ὄνομα τῇ πόλει ἦν, καὶ φρουρὰν καταλιπόντες ὡς ἐπὶ τὸν Ἰνδὸν ποταμὸν ᾔεσαν• ὡς δὲ ἀφίκοντο, ἔπρασσον ἤδη ὅσα ἐς τὸ ζεῦξαι τὸν Ἰνδὸν ὑπὸ Ἀλεξάνδρου ἐτέτακτο. Ἀλέξανδρος δὲ τῆς μὲν χώρας τῆς ἐπὶ τάδε τοῦ Ἰνδοῦ ποταμοῦ σατράπην κατέστησε Νικάνορα τῶν ἑταίρων. αὐτὸς δὲ τὰ μὲν πρῶτα ὡς ἐπὶ τὸν Ἰνδὸν ποταμὸν ἦγε, καὶ πόλιν τε Πευκελαῶτιν οὐ πόῤῥω τοῦ Ἰνδοῦ ᾠκισμένην ὁμολογίᾳ παρεστήσατο καὶ ἐν αὐτῇ φρουρὰν καταστήσας τῶν Μακεδόνων καὶ Φίλιππον ἐπὶ τῇ φρουρᾷ ἡγεμόνα, ὁ δὲ καὶ ἄλλα προσηγάγετο μικρὰ πολίσματα πρὸς τῷ Ἰνδῷ ποταμῷ ᾠκισμένα. ξυνείποντο δὲ αὐτῷ Κωφαῖός τε καὶ Ἀσσαγέτης οἱ ὕπαρχοι τῆς χώρας. ἀφικόμενος δὲ ἐς Ἐμβόλιμα πόλιν, ἣ ξύνεγγυς τῆς πέτρας τῆς Ἀόρνου ᾠκεῖτο, Κρατερὸν μὲν ξὺν μέρει τῆς στρατιᾶς καταλείπει αὐτοῦ, σῖτόν τε ἐς τὴν πόλιν ὡς πλεῖστον ξυνάγειν καὶ ὅσα ἄλλα ἐς χρόνιον τριβήν, ὡς ἐντεῦθεν ὁρμωμένους τοὺς Μακεδόνας χρονίῳ πολιορκίᾳ ἐκτρυχῶσαι τοὺς κατέχοντας τὴν πέτραν, εἰ μὴ ἐξ ἐφόδου ληφθείη. αὐτὸς δὲ τοὺς τοξότας τε ἀναλαβὼν καὶ τοὺς Ἀγριᾶνας καὶ τὴν Κοίνου τάξιν καὶ ἀπὸ τῆς ἄλλης φάλαγγος ἐπιλέξας τοὺς κουφοτάτους τε καὶ ἅμα εὐοπλοτάτους καὶ τῶν ἑταίρων ἱππέων ἐς διακοσίους καὶ ἱπποτοξότας ἐς ἑκατὸν προσῆγε τῇ πέτρᾳ. καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ κατεστρατοπεδεύσατο, ἵνα ἐπιτήδειον αὐτῷ ἐφαίνετο, τῇ δὲ ὑστεραίᾳ ὀλίγον προελθὼν ὡς πρὸς τὴν πέτραν αὖθις ἐστρατοπεδεύσατο. [3].
  • Αρριανός, «Αλεξάνδρου Ανάβασις», Βιβλίο Τέταρτο, παράγραφος 29: [29] Καὶ ἐν τούτῳ ἧκον παρ´ αὐτὸν τῶν προσχώρων τινές, σφᾶς τε αὐτοὺς ἐνδιδόντες καὶ ἡγήσεσθαι φάσκοντες ἐς τῆς πέτρας τὸ ἐπιμαχώτατον, ὅθεν οὐ χαλεπὸν αὐτῷ ἔσεσθαι ἑλεῖν τὸ χωρίον. καὶ ξὺν τούτοις πέμπει Πτολεμαῖον τὸν Λάγου τὸν σωματοφύλακα τούς τε Ἀγριᾶνας ἄγοντα καὶ τοὺς ψιλοὺς τοὺς ἄλλους καὶ τῶν ὑπασπιστῶν ἐπιλέκτους, προστάξας, ἐπειδὰν καταλάβῃ τὸ χωρίον, κατέχειν μὲν αὐτὸ ἰσχυρᾷ φυλακῇ, οἷ δὲ σημαίνειν ὅτι ἔχεται. καὶ Πτολεμαῖος ἐλθὼν ὁδὸν τραχεῖάν τε καὶ δύσπορον λανθάνει τοὺς βαρβάρους κατασχὼν τὸν τόπον• καὶ τοῦτον χάρακι ἐν κύκλῳ καὶ τάφρῳ ὀχυρώσας πυρσὸν αἴρει ἀπὸ τοῦ ὄρους ἔνθεν ὀφθήσεσθαι ὑπὸ Ἀλεξάνδρου ἔμελλεν. καὶ ὤφθη τε ἅμα ἡ φλὸξ καὶ Ἀλέξανδρος ἐπῆγε τῇ ὑστεραίᾳ τὴν στρατιάν• ἀμυνομένων δὲ τῶν βαρβάρων οὐδὲν πλέον αὐτῷ ὑπὸ δυσχωρίας ἐγίγνετο. ὡς δὲ Ἀλεξάνδρῳ ἄπορον τὴν προσβολὴν κατέμαθον οἱ βάρβαροι, ἀναστρέψαντες τοῖς ἀμφὶ Πτολεμαῖον αὐτοὶ προσέβαλλον• καὶ γίγνεται αὐτῶν τε καὶ τῶν Μακεδόνων μάχη καρτερά, τῶν μὲν διασπάσαι τὸν χάρακα σπουδὴν ποιουμένων, τῶν Ἰνδῶν, Πτολεμαίου δὲ διαφυλάξαι τὸ χωρίον• καὶ μεῖον σχόντες οἱ βάρβαροι ἐν τῷ ἀκροβολισμῷ νυκτὸς ἐπιγενομένης ἀπεχώρησαν. Ἀλέξανδρος δὲ τῶν Ἰνδῶν τινα τῶν αὐτομόλων πιστόν τε ἄλλως καὶ τῶν χωρίων δαήμονα ἐπιλεξάμενος πέμπει παρὰ Πτολεμαῖον τῆς νυκτὸς, γράμματα φέροντα τὸν Ἰνδόν, ἵνα ἐνεγέγραπτο, ἐπειδὰν αὐτὸς προσβάλλῃ τῇ πέτρᾳ, τὸν δὲ ἐπιέναι τοῖς βαρβάροις κατὰ τὸ ὄρος μηδὲ ἀγαπᾶν ἐν φυλακῇ ἔχοντα τὸ χωρίον, ὡς ἀμφοτέρωθεν βαλλομένους τοὺς Ἰνδοὺς ἀμφιβόλους γίγνεσθαι. καὶ αὐτὸς ἅμα τῇ ἡμέρᾳ ἄρας ἐκ τοῦ στρατοπέδου προσῆγε τὴν στρατιὰν κατὰ τὴν πρόσβασιν, ᾗ Πτολεμαῖος λαθὼν ἀνέβη, γνώμην ποιούμενος, ὡς, εἰ ταύτῃ βιασάμενος ξυμμίξει τοῖς ἀμφὶ Πτολεμαῖον, οὐ χαλεπὸν ἔτι ἐσόμενον αὐτῷ τὸ ἔργον. καὶ ξυνέβη οὕτως. ἔστε μὲν γὰρ ἐπὶ μεσημβρίαν ξυνειστήκει καρτερὰ μάχη τοῖς τε Ἰνδοῖς καὶ τοῖς Μακεδόσιν, τῶν μὲν ἐκβιαζομένων ἐς τὴν πρόσβασιν, τῶν δὲ βαλλόντων ἀνιόντας• ὡς δὲ οὐκ ἀνίεσαν οἱ Μακεδόνες, ἄλλοι ἐπ´ ἄλλοις ἐπιόντες, οἱ δὲ πρόσθεν ἀναπαυόμενοι, μόγις δὴ ἀμφὶ δείλην ἐκράτησαν τῆς παρόδου καὶ ξυνέμιξαν τοῖς ξὺν Πτολεμαίῳ. ἐκεῖθεν δὲ ὁμοῦ ἤδη γενομένη ἡ στρατιὰ πᾶσα ἐπήγετο αὖθις ὡς ἐπ´ αὐτὴν τὴν πέτραν• ἀλλὰ γὰρ ἔτι ἄπορος ἦν αὐτῇ ἡ προσβολή, ταύτῃ μὲν δὴ τῇ ἡμέρᾳ τοῦτο τὸ τέλος γίγνεται. Ὑπὸ δὲ τὴν ἕω παραγγέλλει στρατιώτῃ ἑκάστῳ κόπτειν χάρακας ἑκατὸν κατ´ ἄνδρα. καὶ οὗτοι κεκομμένοι ἦσαν καὶ αὐτὸς ἐχώννυεν ἀρξάμενος ἀπὸ τῆς κορυφῆς τοῦ λόφου, ἵνα ἐστρατοπεδευκότες ἦσαν, ὡς ἐπὶ τὴν πέτραν χῶμα μέγα, ἔνθεν τοξεύματά τε ἂν ἐξικνεῖσθαι ἐς τοὺς προμαχομένους {δυνατὰ} αὐτῷ ἐφαίνετο καὶ ἀπὸ μηχανῶν βέλη ἀφιέμενα• καὶ ἐχώννυον αὐτῷ πᾶς τις ἀντιλαμβανόμενος τοῦ ἔργου• καὶ αὐτὸς ἐφειστήκει θεατὴς καὶ ἐπαινέτης τοῦ ξὺν προθυμίᾳ περαινομένου, κολαστὴς δὲ τοῦ ἐν τῷ παραχρῆμα ἐκλιποῦς. [4].
  • Αρριανός, «Αλεξάνδρου Ανάβασις», Βιβλίο Τέταρτο, παράγραφος 30: «[30] Τῇ μὲν δὴ πρώτῃ ἡμέρᾳ ὡς ἐπὶ στάδιον ἔχωσεν αὐτῷ ὁ στρατός. ἐς δὲ τὴν ὑστεραίαν οἵ τε σφενδονῆται σφενδονῶντες ἐς τοὺς Ἰνδοὺς ἐκ τοῦ ἤδη κεχωσμένου καὶ ἀπὸ τῶν μηχανῶν βέλη ἀφιέμενα ἀνέστελλε τῶν Ἰνδῶν τὰς ἐκδρομὰς τὰς ἐπὶ τοὺς χωννύοντας. καὶ ἐχώννυτο αὐτῷ ἐς τρεῖς ἡμέρας ξυνεχῶς τὸ χωρίον. τῇ τετάρτῃ δὲ βιασάμενοι τῶν Μακεδόνων οὐ πολλοὶ κατέσχον ὀλίγον γήλοφον ἰσόπεδον τῇ πέτρᾳ. καὶ Ἀλέξανδρος οὐδέν τι ἐλινύων ἐπῆγε τὸ χῶμα ξυνάψαι ἐθέλων τὸ χωννύμενον τῷ γηλόφῳ, ὅντινα οἱ ὀλίγοι αὐτῷ ἤδη κατεῖχον. Οἱ δὲ Ἰνδοὶ πρός τε τὴν ἀδιήγητον τόλμαν τῶν ἐς τὸν γήλοφον βιασαμένων Μακεδόνων ἐκπλαγέντες καὶ τὸ χῶμα ξυνάπτον ἤδη ὁρῶντες, τοῦ μὲν ἀπομάχεσθαι ἔτι ἀπείχοντο, πέμψαντες δὲ κήρυκας σφῶν παρὰ Ἀλέξανδρον ἐθέλειν ἔφασκον ἐνδοῦναι τὴν πέτραν, εἴ σφισι σπένδοιτο. γνώμην δὲ ἐπεποίηντο ἐν τῷ ἔτι διαμέλλοντι τῶν σπονδῶν διαγαγόντες τὴν ἡμέραν νυκτὸς ὡς ἕκαστοι διασκεδάννυσθαι ἐπὶ τὰ σφέτερα ἤθη. καὶ τοῦτο ὡς ἐπύθετο Ἀλέξανδρος, ἐνδίδωσιν αὐτοῖς χρόνον τε ἐς τὴν ἀποχώρησιν καὶ τῆς φυλακῆς τὴν κύκλωσιν τὴν πάντῃ ἀφελεῖν. καὶ αὐτὸς ἔμενεν ἔστε ἤρξαντο τῆς ἀποχωρήσεως• καὶ ἐν τούτῳ ἀναλαβὼν τῶν σωματοφυλάκων καὶ τῶν ὑπασπιστῶν ἐς ἑπτακοσίους κατὰ τὸ ἐκλελειμμένον τῆς πέτρας ἀνέρχεται ἐς αὐτὴν πρῶτος, καὶ οἱ Μακεδόνες ἄλλος ἄλλῃ ἀνιμῶντες ἀλλήλους ἀνῄεσαν. καὶ οὗτοι ἐπὶ τοὺς ἀποχωροῦντας τῶν βαρβάρων τραπόμενοι ἀπὸ ξυνθήματος, πολλοὺς μὲν αὐτῶν ἐν τῇ φυγῇ ἀπέκτειναν, οἱ δὲ καὶ πεφοβημένως ἀποχωροῦντες κατὰ τῶν κρημνῶν ῥίψαντες σφᾶς ἀπέθανον. εἴχετό τε Ἀλεξάνδρῳ ἡ πέτρα ἡ τῷ Ἡρακλεῖ ἄπορος γενομένη καὶ ἔθυεν ἐπ´ αὐτῇ Ἀλέξανδρος καὶ κατεσκεύασε φρούριον, παραδοὺς Σισικόττῳ ἐπιμελεῖσθαι τῆς φρουρᾶς, ὃς ἐξ Ἰνδῶν μὲν πάλαι ηὐτομολήκει ἐς Βάκτρα παρὰ Βῆσσον, Ἀλεξάνδρου δὲ κατασχόντος τὴν χώραν τὴν Βακτρίαν ξυνεστράτευέ τε αὐτῷ καὶ πιστὸς ἐς τὰ μάλιστα ἐφαίνετο». [5].