Αχαΐα Αρίας (Greek Wikipedia)

Analysis of information sources in references of the Wikipedia article "Αχαΐα Αρίας" in Greek language version.

refsWebsite
Global rank Greek rank
4,082nd place
15th place
27th place
11th place
6th place
5th place

archive.org

google.gr

books.google.gr

wikisource.org

el.wikisource.org

  • Αππιανός, «Ρωμαϊκά», «Συριακὴ και Παρθικὴ», Κεφάλαιον 9, 57: [...] "[57] τοσαῦτα μὲν δὴ περὶ τῶν Σελεύκῳ προμαντευθέντων ἐπυθόμην: γίγνεται δ᾽ εὐθὺς Ἀλεξάνδρου μεταστάντος ἡγεμὼν τῆς ἵππου τῆς ἑταιρικῆς ἧς δὴ καὶ Ἡφαιστίων ἡγήσατο Ἀλεξάνδρῳ καὶ ἐπὶ Ἡφαιστίωνι Περδίκκας, μετὰ δὲ τὴν ἵππον σατράπης τε τῆς Βαβυλωνίας καὶ βασιλεὺς ἐπὶ τῇ σατραπείᾳ. γενομένῳ δὲ αὐτῷ τὰ ἐς πολέμους ἐπιτυχεστάτῳ Νικάτωρ ἐπώνυμον γίγνεται: τῷδε γὰρ ἀρέσκομαι μᾶλλον τοῦ Νικάτορα κτεῖναι. καὶ τὸ σῶμα ὄντι εὐρώστῳ τε καὶ μεγάλῳ, καὶ ταῦρον ἄγριον ἐν Ἀλεξάνδρου θυσίᾳ ποτὲ ἐκθορόντα τῶν δεσμῶν ὑποστάντι μόνῳ καὶ ταῖς χερσὶ μόναις κατειργασμένῳ, προστιθέασιν ἐς τοὺς ἀνδριάντας ἐπὶ τῷδε κέρατα. πόλεις δὲ ᾤκισεν ἐπὶ τὸ μῆκος τῆς ἀρχῆς ὅλης ἑκκαίδεκα μὲν Ἀντιοχείας ἐπὶ τῷ πατρί, πέντε δὲ ἐπὶ τῇ μητρὶ Λαοδικείας, ἐννέα δ᾽ ἐπωνύμους ἑαυτοῦ, τέσσαρας δ᾽ ἐπὶ ταῖς γυναιξί, τρεῖς Ἀπαμείας καὶ Στρατονίκειαν μίαν. καὶ εἰσὶν αὐτῶν ἐπιφανέσταται καὶ νῦν Σελεύκειαι μὲν ἥ τε ἐπὶ τῇ θαλάσσῃ καὶ ἡ ἐπὶ τοῦ Τίγρητος ποταμοῦ, Λαοδίκεια δὲ ἡ ἐν τῇ Φοινίκῃ καὶ Ἀντιόχεια ἡ ὑπὸ τῷ Λιβάνῳ ὄρει καὶ ἡ τῆς Συρίας Ἀπάμεια. τὰς δὲ ἄλλας ἐκ τῆς Ἑλλάδος ἢ Μακεδονίας ὠνόμαζεν, ἢ ἐπὶ ἔργοις ἑαυτοῦ τισιν, ἢ ἐς τιμὴν Ἀλεξάνδρου τοῦ βασιλέως: ὅθεν ἔστιν ἐν τῇ Συρίᾳ καὶ τοῖς ὑπὲρ αὐτὴν ἄνω βαρβάροις πολλὰ μὲν Ἑλληνικῶν πολλὰ δὲ Μακεδονικῶν πολισμάτων ὀνόματα, Βέρροια, Ἔδεσσα, Πέρινθος, Μαρώνεια, Καλλίπολις, Ἀχαΐα, Πέλλα, Ὠρωπός, Ἀμφίπολις, Ἀρέθουσα, Ἀστακός, Τεγέα, Χαλκίς, Λάρισα, Ἥραια, Ἀπολλωνία, ἐν δὲ τῇ Παρθυηνῇ Σώτειρα, Καλλιόπη, Χάρις, Ἑκατόμπυλος, Ἀχαΐα, ἐν δ᾽ Ἰνδοῖς Ἀλεξανδρόπολις, ἐν δὲ Σκύθαις Ἀλεξανδρέσχατα. καὶ ἐπὶ ταῖς αὐτοῦ Σελεύκου νίκαις ἔστι Νικηφόριόν τε ἐν τῇ Μεσοποταμίᾳ καὶ Νικόπολις ἐν Ἀρμενίᾳ τῇ ἀγχοτάτω μάλιστα Καππαδοκίας". [...]