Analysis of information sources in references of the Wikipedia article "Ζωίλος" in Greek language version.
Ζωί̈λος, Ἀμφιπολίτης [πόλις δ' ἐστὶ Μακεδονίας Ἀμφίπολις, ἥτις πρώην ἐκαλεῖτο Ἐννέα ὁδοί], ὃς ἐπεκλήθη Ὁμηρομάστιξ, ὅτι ἐπέσκωπτεν Ὅμηρον. διὸ αὐτὸν διώξαντες οἱ ἐν τῇ Ὀλυμπίᾳ κατὰ τῶν Σκιρωνίδων πετρῶν ἔρριψαν. ῥήτωρ δὲ ἦν καὶ φιλόσοφος. ἔγραψε μέντοι τινὰ καὶ γραμματικά: Κατὰ τῆς Ὁμήρου ποιήσεως λόγους θ#, Ἱστορίαν ἀπὸ θεογονίας ἕως τῆς Φιλίππου τελευτῆς βιβλία γ#, Περὶ Ἀμφιπόλεως, καὶ Κατὰ Ἰσοκράτους τοῦ ῥήτορος, καὶ ἄλλα πλεῖστα, ἐν οἷς καὶ ψόγος Ὁμήρου.