Κολωνές Τρωάδας (Greek Wikipedia)

Analysis of information sources in references of the Wikipedia article "Κολωνές Τρωάδας" in Greek language version.

refsWebsite
Global rank Greek rank
27th place
11th place
5,585th place
492nd place

packhum.org

epigraphy.packhum.org

wikisource.org

el.wikisource.org

  • Στράβων, «Γεωγραφικά», Βιβλίο ΙΓ΄, 1.19: [...] "Μιλησίων δ᾽ εἰσὶ καὶ αἱ Κολωναὶ αἱ ὑπὲρ Λαμψάκου ἐν τῆι μεσογαίαι τῆς Λαμψακηνῆς• ἄλλαι δ᾽ εἰσὶν ἐπὶ τῆι ἐκτὸς Ἑλλησποντίαι θαλάττηι͵ Ἰλίου διέχουσαι σταδίους τετταράκοντα πρὸς τοῖς ἑκατόν• ἐξ ὧν τὸν Κύκνον φασίν. Ἀναξιμένης δὲ καὶ ἐν τῆι Ἐρυθραίαι φησὶ λέγεσθαι Κολωνὰς καὶ ἐν τῆι Φωκίδι καὶ ἐν Θετταλίαι• ἐν δὲ τῆι Παριανῆι ἔστιν Ἰλιοκολώνη". [...]
  • Αρριανός, «Αλεξάνδρου Ανάβασις», Βιβλίο Α, 12.6: [...] "Ἐξ Ἰλίου δὲ ἐς Ἀρίσβην ἧκεν, οὗ πᾶσα ἡ δύναμις αὐτῷ διαβεβηκυῖα τὸν Ἑλλήσποντον ἐστρατοπεδεύκει, καὶ τῇ ὑστεραίᾳ ἐς Περκώτην. τῇ δὲ ἄλλῃ Λάμψακον παραμείψας πρὸς τῷ Πρακτίῳ ποταμῷ ἐστρατοπέδευσεν, ὃς ῥέων ἐκ τῶν ὀρῶν τῶν Ἰδαίων ἐκδιδοῖ ἐς θάλασσαν τὴν μεταξὺ τοῦ Ἑλλησπόντου τε καὶ τοῦ Εὐξείνου πόντου. ἔνθεν δὲ ἐς Ἕρμωτον ἀφίκετο, Κολωνὰς πόλιν παραμείψας. σκοποὶ δὲ αὐτῷ ἐπέμποντο πρὸ τοῦ στρατεύματος. καὶ τούτων ἡγεμὼν ἦν Ἀμύντας ὁ Ἀῤῥαβαίου, ἔχων τῶν τε ἑταίρων τὴν ἴλην τὴν ἐξ Ἀπολλωνίας, ἧς ἰλάρχης ἦν Σωκράτης ὁ Σάθωνος, καὶ τῶν προδρόμων καλουμένων ἴλας τέσσαρας. κατὰ δὲ τὴν πάροδον Πρίαπον πόλιν ἐνδοθεῖσαν πρὸς τῶν ἐνοικούντων τοὺς παραληψομένους ἀπέστειλε σὺν Πανηγόρῳ τῷ Λυκαγόρου, ἑνὶ τῶν ἑταίρων". [...]
  • Στράβων, «Γεωγραφικά», Βιβλίο ΙΓ΄, 1.62: [...] "φησὶ δὲ Δάης ὁ Κολωναεὺς ἐν Κολωναῖς ἱδρυθῆναι πρῶτον ὑπὸ τῶν ἐκ τῆς Ἑλλάδος πλευσάντων Αἰολέων τὸ τοῦ Κιλλαίου Ἀπόλλωνος ἱερόν•" [...]
  • Όμηρος, «Ιλιάς», Ραψωδία A, στιχ. 38: [...] "Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις," [...]
  • Πίνδαρος, «Ολυμπιόνικοι», 2.ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ, στιχ. 82: [...] "ἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν," [...]
  • Πίνδαρος, «Ισθμιόνικοι», 5.ΦΥΛΑΚΙΔᾼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ, στιχ. 40: [...] "λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον," [...]
  • Διόδωρος Σικελιώτης, «Ιστορική Βιβλιοθήκη», Ε΄, 83: [...] "Ὕστερον δὲ τῆς κατὰ τὴν Λέσβον ἀποικίας ἱκανοῖς τισι χρόνοις συνέβη τὴν νῆσον τὴν ὀνομαζομένην Τένεδον κατοικισθῆναι τοιῷδέ τινι τρόπῳ. Τέννης ἦν υἱὸς μὲν Κύκνου τοῦ βασιλεύσαντος Κολώνης τῆς ἐν τῇ Τρῳάδι, ἀνὴρ δ´ ἐπίσημος δι´ ἀρετήν. οὗτος οἰκήτορας ἀθροίσας καὶ τὴν ὁρμὴν ἐκ τῆς ἀντιπέρας ἠπείρου ποιησάμενος, κατελάβετο νῆσον ἔρημον οὖσαν τὴν ὀνομαζομένην Λεύκοφρυν• κατακληρουχήσας δ´ αὐτὴν τοῖς ὑπ´ αὐτὸν ταττομένοις, καὶ κτίσας ἐν αὐτῇ πόλιν, ὠνόμασεν ἀφ´ ἑαυτοῦ Τένεδον. πολιτευόμενος δὲ καλῶς καὶ πολλὰ τοὺς ἐγχωρίους εὐεργετήσας ζῶν μὲν μεγάλης ἀποδοχῆς ἐτύγχανε, τελευτήσας δ´ ἀθανάτων τιμῶν ἠξιώθη• καὶ γὰρ τέμενος αὐτοῦ κατεσκεύασαν καὶ θυσίαις ὡς θεὸν ἐτίμων, ἃς διετέλουν θύοντες μέχρι τῶν νεωτέρων καιρῶν. οὐ παραλειπτέον δ´ ἡμῖν περὶ τῶν παρὰ τοῖς Τενεδίοις μυθολογουμένων περὶ τοῦ κτίσαντος τὴν πόλιν Τέννου• Κύκνον γάρ φασι τὸν πατέρα πιστεύσαντα γυναικὸς διαβολαῖς ἀδίκοις τὸν υἱὸν Τέννην εἰς λάρνακα θέντα καταποντίσαι• ταύτην δ´ ὑπὸ τοῦ κλύδωνος φερομένην προσενεχθῆναι τῇ Τενέδῳ, καὶ τὸν Τέννην παραδόξως σωθέντα θεῶν τινος προνοίᾳ τῆς νήσου βασιλεῦσαι, καὶ γενόμενον ἐπιφανῆ διὰ τὴν δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετὰς τυχεῖν ἀθανάτων τιμῶν. κατὰ δὲ τὰς τῆς μητρυιᾶς διαβολὰς αὐλητοῦ τινος ψευδῶς καταμαρτυρήσαντος, νόμιμον ἔθεντο μηδένα αὐλητὴν εἰς τὸ τέμενος εἰσιέναι. κατὰ δὲ τοὺς Τρωικοὺς χρόνους Ἀχιλλέως τὸν Τέννην ἀνελόντος καθ´ ὃν καιρὸν ἐπόρθησαν οἱ Ἕλληνες τὴν Τένεδον, νόμον ἔθεσαν οἱ Τενέδιοι μηδένα ἐξεῖναι ἐν τῷ τεμένει τοῦ κτίστου ὀνομάσαι Ἀχιλλέα. περὶ μὲν οὖν τῆς Τενέδου καὶ τῶν ἐν αὐτῇ τὸ παλαιὸν οἰκησάντων τοιαῦτα μυθολογοῦσιν". [...]
  • Παυσανίας, «Ελλάδος περιήγησις», Βιβλίο 10: «Φωκικά, Λοκρών Οζόλων», 14.1-4: [...] "[14.1] οἱ δὲ πελέκεις Περικλύτου τοῦ Εὐθυμάχου Τενεδίου ἀνδρὸς ἐπὶ λόγῳ ἀνάθημά εἰσιν ἀρχαίῳ. Κύκνον παῖδα εἶναι Ποσειδῶνος καὶ βασιλεύειν φασὶν ἐν Κολώναις: αἱ δὲ ᾠκοῦντο ἐν [τῇ] γῇ τῇ Τρῳάδι αἱ Κολῶναι κατὰ νῆσον κείμεναι Λεύκοφρυν. [14.2] ἔχοντος δὲ θυγατέρα ὄνομα Ἡμιθέαν τοῦ Κύκνου καὶ υἱὸν καλούμενον Τέννην ἐκ Προκλείας--ἣ Κλυτίου μὲν ἦν θυγάτηρ, ἀδελφὴ δὲ Καλήτορος, ὃν Ὅμηρος ἐν Ἰλιάδι ἀποθανεῖν φησιν ὑπὸ Αἴαντος, ὅτε ὑπὸ τὴν Πρωτεσιλάου ναῦν ἔφερεν ὁ Καλήτωρ τὸ πῦρ--ταύτης οὖν προαποθανούσης ἡ ἐπεισελθοῦσα Φιλονόμη ἡ Κραγάσου --διήμαρτε γὰρ ἐρασθεῖσα τοῦ Τέννου--ψεύδεται πρὸς τὸν ἄνδρα ὡς αὐτὴ μὲν οὐκ ἐθέλουσα, τὸν δὲ αὑτῇ Τέννην συγγενέσθαι θελήσαντα: καὶ ὁ Κύκνος πείθεται τῇ ἀπάτῃ, καὶ ἐς λάρνακα ἐνθέμενος ὁμοῦ τῇ ἀδελφῇ Τέννην ἐς θάλασσαν σφᾶς ἀφίησι. [14.3] σώζονταί τε δὴ πρὸς τὴν νῆσον οἱ παῖδες τὴν Λεύκοφρυν καὶ ὄνομα ἡ νῆσος τὸ νῦν ἔσχεν ἀπὸ τοῦ Τέννου. Κύκνος δὲ--οὐ γὰρ τὸν πάντα ἔμελλε χρόνον ἀγνοήσειν ἀπατώμενος--ἔπλει παρὰ τὸν υἱὸν ἄγνοιάν τε ὁμολογήσων τὴν αὑτοῦ καὶ παραιτησόμενος τὸ ἁμάρτημα: προσορμισαμένου δὲ τῇ νήσῳ καὶ ἐξάψαντος ἀπὸ τῆς νεὼς πρός τινα ἢ πέτραν ἢ δένδρον τοὺς κάλους, Τέννης πελέκει σφᾶς ἀπέκοψεν ὑπὸ τοῦ θυμοῦ. [14.4] ἐπὶ τούτῳ [μὲν] ἐς τοὺς ἀρνουμένους στερεῶς λέγεσθαι καθέστηκεν ὡς ὁ δεῖνα ὅστις δὴ Τενεδίῳ πελέκει τόδε τι ἀποκόψειεν. Τέννην μὲν ὑπὸ Ἀχιλλέως ἀποθανεῖν ἀμύνοντα τῇ οἰκείᾳ φασὶν Ἕλληνες: Τενέδιοι δὲ ἀνὰ χρόνον ὑπὸ ἀσθενείας προσεχώρησαν τοῖς Ἀλεξάνδρειαν ἐν τῇ ἠπείρῳ τῇ Τρῳάδι ἔχουσιν". [...]
  • Θουκυδίδης, «Ιστορίαι», Βιβλίο Α΄, 131: [...] "Οἱ δὲ Λακεδαιμόνιοι αἰσθόμενοι τό τε πρῶτον δι' αὐτὰ ταῦτα ἀνεκάλεσαν αὐτόν, καὶ ἐπειδὴ τῇ Ἑρμιονίδι νηὶ τὸ δεύτερον ἐκπλεύσας οὐ κελευσάντων αὐτῶν τοιαῦτα ἐφαίνετο ποιῶν, καὶ ἐκ τοῦ Βυζαντίου βίᾳ ὑπ' Ἀθηναίων ἐκπολιορκηθεὶς ἐς μὲν τὴν Σπάρτην οὐκ ἐπανεχώρει, ἐς δὲ Κολωνὰς τὰς Τρῳάδας ἱδρυθεὶς πράσσων τε ἐσηγγέλλετο αὐτοῖς ἐς τοὺς βαρβάρους καὶ οὐκ ἐπ' ἀγαθῷ τὴν μονὴν ποιούμενος, οὕτω δὴ οὐκέτι ἐπέσχον, ἀλλὰ πέμψαντες κήρυκα οἱ ἔφοροι καὶ σκυτάλην εἶπον τοῦ κήρυκος μὴ λείπεσθαι, εἰ δὲ μή, πόλεμον αὐτῷ Σπαρτιάτας προαγορεύειν". [...]
  • Ξενοφών, «Ελληνικά», Βιβλίο Γ΄, κεφάλαιο I, 13: [...] "καὶ ἅς τε παρέλαβε πόλεις διεφύλαττεν αὐτῷ καὶ τῶν οὐχ ὑπηκόων προσέλαβεν ἐπιθαλαττιδίας Λάρισάν τε καὶ Ἁμαξιτὸν καὶ Κολωνάς, ξενικῷ μὲν Ἑλληνικῷ προσβαλοῦσα τοῖς τείχεσιν, αὐτὴ δὲ ἐφ' ἁρμαμάξης θεωμένη: ὃν δ' ἐπαινέσειε, τούτῳ δῶρα ἀμέμπτως ἐδίδου, ὥστε λαμπρότατα τὸ ξενικὸν κατεσκευάσατο. συνεστρατεύετο δὲ τῷ Φαρναβάζῳ καὶ ὁπότε εἰς Μυσοὺς ἢ Πισίδας ἐμβάλοι, ὅτι τὴν βασιλέως χώραν κακουργοῦσιν. ὥστε καὶ ἀντετίμα αὐτὴν μεγαλοπρεπῶς ὁ Φαρνάβαζος καὶ σύμβουλον ἔστιν ὅτε παρεκάλει". [...]
  • Διόδωρος Σικελιώτης, «Ιστορική Βιβλιοθήκη», ΙΔ΄, 38: "Τοῦ δ´ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν τὴν ἀρχὴν Ἀριστοκράτης παρέλαβεν, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν ἓξ χιλίαρχοι διεδέξαντο, Γάιος Σερουίλιος καὶ Λούκιος Οὐεργίνιος, Κόιντος Σουλπίκιος, Αὖλος Μουτίλιος, Μάνιος Σέργιος. Τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Λακεδαιμόνιοι πυθόμενοι τὸν Θίβρωνα κακῶς διοικοῦντα τὰ κατὰ τὸν πόλεμον, Δερκυλίδαν στρατηγὸν εἰς τὴν Ἀσίαν ἐξέπεμψαν• ὃς παραλαβὼν τὴν δύναμιν ἐστράτευσεν ἐπὶ τὰς ἐν τῇ Τρῳάδι πόλεις. Ἁμάξιτον μὲν οὖν καὶ Κολώνας καὶ Ἀρίσβαν εἷλεν ἐξ ἐφόδου• μετὰ δὲ ταῦτα Ἴλιον καὶ Κεβρηνίαν καὶ τὰς ἄλλας ἁπάσας τὰς κατὰ τὴν Τρῳάδα ἃς μὲν δόλῳ παρέλαβεν, ἃς δ´ ἐκ βίας ἐχειρώσατο".