Οιβώτας ο Δυμαίος (Greek Wikipedia)

Analysis of information sources in references of the Wikipedia article "Οιβώτας ο Δυμαίος" in Greek language version.

refsWebsite
Global rank Greek rank
27th place
11th place

wikisource.org

el.wikisource.org

  • "Οἰβώτα δὲ τὸν μὲν ἀνδριάντα Ἀχαιοὶ κατὰ πρόσταγμα ἀνέθεσαν τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος ἐπὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς: ἡ δὲ τοῦ σταδίου νίκη τῷ Οἰβώτᾳ γέγονεν Ὀλυμπιάδι ἕκτῃ. πῶς ἂν οὖν τήν γε ἐν Πλαταιαῖς μάχην μεμαχημένος ὁ Οἰβώτας εἴη μετὰ Ἑλλήνων; πέμπτῃ γὰρ ἐπὶ τῇ ἑβδομηκοστῇ Ὀλυμπιάδι τὸ πταῖσμα ἐγένετο ἐν Πλαταιαῖς Μαρδονίῳ καὶ Μήδοις. ἐμοὶ μὲν οὖν λέγειν μὲν τὰ ὑπὸ Ἑλλήνων λεγόμενα ἀνάγκη, πείθεσθαι δὲ πᾶσιν οὐκέτι ἀνάγκη. τὰ δὲ ἄλλα ὁποῖα τὰ συμβάντα ἦν ἐς τὸν Οἰβώταν, τῇ ἐς Ἀχαιοὺς προσέσται μοι συγγραφῇ."Παυσανία, Ηλειακά
  • " ὑπὸ δὲ τοῦ ἐλεγείου τοῦ Ὀλυμπίασιν ἐπὶ τῇ εἰκόνι τῇ Οἰβώτα οὐ προαχθείη τις ἐς ἀλογίαν. Οἰβώτᾳ γὰρ ἀνδρὶ Δυμαίῳ, σταδίου μὲν ἀνελομένῳ νίκην Ὀλυμπιάδι ἕκτῃ, εἰκόνος δὲ ἐν Ὀλυμπίᾳ περὶ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα κατὰ μάντευμα ἐκ Δελφῶν ἀξιωθέντι, ἐπίγραμμά ἐστιν ἐπ' αὐτῷ λέγον: [7] Οἰνία Οἰβώτας στάδιον νικῶν ὅδ' Ἁχαιὸς πατρίδα Πάλειαν θῆκ' ὀνομαστοτέραν. " Παυσανία, Αχαϊκά
  • "ἐν δὲ τῇ χώρᾳ τῇ Δυμαίᾳ καὶ τοῦ δρομέως Οἰβώτα νικήσαντι Ὀλύμπια Ἀχαιῶν πρώτῳ γέρας οὐδὲν ἐξαίρετον παρ' αὐτῶν ἐγένετο εὕρασθαι: καὶ ἐπὶ τούτῳ κατάρας ὁ Οἰβώτας ἐποιήσατο μηδενὶ Ὀλυμπικὴν νίκην ἔτι Ἀχαιῶν γενέσθαι. καὶ--ἦν γάρ τις θεῶν ᾧ τοῦ Οἰβώτα τελεῖσθαι τὰς κατάρας οὐκ ἀμελὲς ἦν--διδάσκονταί ποτε οἱ Ἀχαιοὶ καθ' ἥντινα αἰτίαν στεφάνου τοῦ Ὀλυμπίασιν ἡμάρτανον, διδάσκονται δὲ ἀποστείλαντες ἐς Δελφούς: [14] οὕτω καὶ ἄλλα ἐς τιμήν σφισι τοῦ Οἰβώτα ποιήσασι καὶ τὴν εἰκόνα ἀναθεῖσιν ἐς Ὀλυμπίαν Σώστρατος Πελληνεὺς σταδίου νίκην ἔσχεν ἐν παισί. διαμένει δὲ ἐς ἐμὲ ἔτι Ἀχαιῶν τοῖς ἀγωνίζεσθαι μέλλουσι τὰ Ὀλύμπια ἐναγίζειν τῷ Οἰβώτᾳ, καὶ ἢν κρατήσωσιν, ἐν Ὀλυμπίᾳ στεφανοῦν τοῦ Οἰβώτα τὴν εἰκόνα."Παυσανία, Αχαϊκά