Πολυδάμας ο Θεσσαλός (Greek Wikipedia)

Analysis of information sources in references of the Wikipedia article "Πολυδάμας ο Θεσσαλός" in Greek language version.

refsWebsite
Global rank Greek rank
27th place
11th place
low place
2,292nd place
low place
509th place
1st place
1st place
5,106th place
48th place
24th place
77th place
low place
418th place

culture.gr

eleftheria.gr

fhw.gr

sportolimpico.it

web.archive.org

webcitation.org

wikisource.org

el.wikisource.org

  • Παυσανίας, (Ηλιακών Β 5.1): «ὁ δὲ ἐπὶ τῷ βάθρῳ τῷ ὑψηλᾷ Λυσίππου μέν ἐστιν ἔργον, μέγιστος δὲ ἁπάντων ἐγένετο ἀνθρώπων πλὴν τῶν ἡρώων καλουμένων καὶ εἰ δή τι ἄλλο ἦν πρὸ τῶν ἡρώων θνητὸν γένος: ἀνθρώπων δὲ τῶν καθ' ἡμᾶς οὗτός ἐστιν ὁ μέγιστος Πουλυδάμας Νικίου»
  • Παυσανίας, (Ηλιακών Β 5.5): «οὗτοι πολλάκις οἱ λέοντες καὶ ἐς τὴν περὶ τὸν Ὄλυμπον πλανῶνται χώραν: τούτου δὲ τοῦ ὄρους ἡ μὲν ἐς Μακεδονίαν πλευρά, ἡ δὲ ἐπὶ Θεσσαλοὺς καὶ τὸν ποταμὸν τέτραπται τὸν Πηνειόν: ἐνταῦθα ὁ Πουλυδάμας λέοντα ἐν τῷ Ὀλύμπῳ, μέγα καὶ ἄλκιμον θηρίον, κατειργάσατο οὐδενὶ ἐσκευασμένος ὅπλῳ. προήχθη δὲ ἐς τὸ τόλμημα φιλοτιμίᾳ πρὸς τὰ Ἡρακλέους ἔργα, ὅτι καὶ Ἡρακλέα ἔχει λόγος κρατῆσαι τοῦ ἐν Νεμέᾳ λέοντος.»
  • Παυσανίας, (Ηλιακών Β 5.6): «ἕτερον δὲ ἐπὶ τούτῳ θαῦμα ὑπελίπετο ὁ Πουλυδάμας ἐς μνήμην: ἐς ἀγέλην ἐσελθὼν βοῶν τὸν μέγιστον καὶ ἀγριώτατον ταῦρον λαβὼν τοῦ ἑτέρου τῶν ὄπισθεν ποδῶν τὰς χηλὰς κατεῖχεν ἄκρας, καὶ πηδῶντα καὶ ἐπειγόμενον οὐκ ἀνίει, πρίν γε δὴ ὁ ταῦρος ὀψέ ποτε καὶ ἐς ἅπαν ἀφικόμενος βίας ἀπέφυγεν ἀφεὶς ταύτῃ τῷ Πουλυδάμαντι τὰς χηλάς. λέγεται δὲ καὶ ὡς ἄνδρα ἡνίοχον ἐλαύνοντα σπουδῇ τὸ ἅρμα ἐπέσχε τοῦ πρόσω: λαβόμενος γὰρ τῇ ἑτέρᾳ τῶν χειρῶν ὄπισθε τοῦ ἅρματος, ὁμοῦ καὶ τοὺς ἵππους πεδήσας καὶ τὸν ἡνίοχον εἶχε.»
  • Παυσανίας, (Ηλιακών Β 5.7): «Δαρεῖος δὲ Ἀρταξέρξου παῖς νόθος, ὃς ὁμοῦ τῷ Περσῶν [καὶ] δήμῳ Σόγδιον καταπαύσας παῖδα Ἀρταξέρξου γνήσιον ἔσχεν ἀντ' ἐκείνου τὴν ἀρχήν, οὗτος ὡς ἐβασίλευσεν ὁ Δαρεῖος--ἐπυνθάνετο γὰρ τοῦ Πουλυδάμαντος τὰ ἔργα--, πέμπων ἀγγέλους ὑπισχνούμενος δῶρα ἀνέπεισεν αὐτὸν ἐς Σοῦσά τε καὶ ἐς ὄψιν ἀφικέσθαι τὴν αὑτοῦ. ἔνθα δὴ κατὰ πρόκλησιν Περσῶν ἄνδρας τῶν καλουμένων ἀθανάτων ἀριθμὸν τρεῖς ἀθρόους οἱ μονομαχήσαντας ἀπέκτεινεν. ἔργων δὲ τῶν κατειλεγμένων οἱ τὰ μὲν ἐπὶ τῷ βάθρῳ τοῦ ἀνδριάντος ἐν Ὀλυμπίᾳ, τὰ δὲ καὶ δηλούμενά ἐστιν ὑπὸ τοῦ ἐπιγράμματος.»
  • Παυσανίας, (Αχαϊκά 27.6): λέγεται δὲ καὶ ὡς Κορινθίου συνεστῶτος πολέμου Πελληνεῦσιν ἀποκτείνειεν ὁ Πρόμαχος πλείστους τῶν ἀντιτεταγμένων. λέγεται δὲ καὶ ὡς Πουλυδάμαντος τοῦ Σκοτουσσαίου κρατήσειεν ἐν Ὀλυμπίᾳ: τὸν δὲ Πουλυδάμαντα δεύτερα τότε ἐς τὸν ἀγῶνα ἀφῖχθαι τὸν Ὀλυμπικὸν παρὰ βασιλέως τοῦ Περσῶν ἀνασωθέντα οἴκαδε. Θεσσαλοὶ δὲ ἡσσηθῆναι Πουλυδάμαντα οὐχ ὁμολογοῦντες παρέχονται καὶ ἄλλα ἐς πίστιν καὶ ἐλεγεῖον ἐπὶ τῷ Πουλυδάμαντι: ὦ τροφὲ Πουλυδάμαντος ἀνικάτου Σκοτόεσσα. (Άγνωστον)
  • Παυσανίας, (Ηλιακών Β 5.8-9): «8.ἔμελλε δὲ ἄρα τὸ ὑπὸ Ὁμήρου προθεσπισθὲν ἄλλους τε τῶν φρονησάντων ἐπὶ ἰσχύι καὶ Πουλυδάμαντα ἐπιλήψεσθαι, καὶ ὑπὸ τῆς αὑτοῦ ῥώμης ἔμελλεν ἀπολεῖσθαι καὶ οὗτος. ἐς σπήλαιον γὰρ οἵ τε ἄλλοι τῶν συμποτῶν καὶ ὁ Πουλυδάμας ἐσῆλθεν ὥρᾳ θέρους, καί πως οὐ κατά τινα ἀγαθὸν δαίμονα ἡ κορυφὴ τηνικαῦτα τοῦ σπηλαίου κατεῤῥήγνυτο, καὶ δῆλα ἦν ὡς αὐτίκα ἐμπεσεῖσθαι καὶ χρόνον οὐκ ἐπὶ πολὺν ἔμελλεν ἀνθέξειν: 9.γενομένης δὲ αἰσθήσεως τοῦ ἐπιόντος κακοῦ καὶ τρεπομένων ἐς φυγὴν τῶν λοιπῶν παρέστη καταμεῖναι τῷ Πουλυδάμαντι, καὶ ἀνέσχε τὰς χεῖρας ὡς ἐπιπίπτοντι ἀνθέξων τῷ σπηλαίῳ καὶ οὐ βιασθησόμενος ὑπὸ τοῦ ὄρους.»