Προχιλιασμός (Greek Wikipedia)

Analysis of information sources in references of the Wikipedia article "Προχιλιασμός" in Greek language version.

refsWebsite
Global rank Greek rank
471st place
254th place

newadvent.org

  • «Καὶ ὁ Τρύφων πρὸς ταῦτα ἔφη· Εἶπον πρός σε͵ ὦ ἄνθρωπε͵ ὅτι ἀσφαλὴς ἐν πᾶσι σπουδάζεις εἶναι ταῖς γραφαῖς προσπλεκόμενος. εἰπὲ δέ μοι͵ ἀληθῶς ὑμεῖς ἀνοικοδομηθῆναι τὸν τόπον Ἰερουσαλὴμ τοῦτον ὁμολογεῖτε͵ καὶ συναχθήσεσθαι τὸν λαὸν ὑμῶν καὶ εὐφρανθῆναι σὺν τῷ Χριστῷ͵ ἅμα τοῖς πατριάρχαις καὶ τοῖς προφήταις καὶ τοῖς ἀπὸ τοῦ ἡμετέρου γένους ἢ καὶ τῶν προσηλύτων γενομένων πρὶν ἐλθεῖν ὑμῶν τὸν Χριστόν͵ προσδοκᾶτε͵ ἤ͵ ἵνα δόξῃς περικρατεῖν ἡμῶν ἐν ταῖς ζητήσεσι͵ πρὸς τὸ ταῦτα ὁμολογεῖν ἐχώρησας; Κἀγὼ εἶπον· Οὐχ οὕτω τάλας ἐγώ͵ ὦ Τρύφων͵ ὡς ἕτερα λέγειν παρ΄ ἃ φρονῶ. ὡμολόγησα οὖν σοι καὶ πρότερον ὅτι ἐγὼ μὲν καὶ ἄλλοι πολλοὶ ταῦτα φρονοῦμεν͵ ὡς καὶ πάντως ἐπίστασθε τοῦτο γενησόμενον· πολλοὺς δ΄ αὖ καὶ τῶν τῆς καθαρᾶς καὶ εὐσεβοῦς ὄντων Χριστιανῶν γνώμης τοῦτο μὴ γνωρίζειν ἐσήμανά σοι. τοὺς γὰρ λεγομένους μὲν Χριστιανούς͵ ὄντας δὲ ἀθέους καὶ ἀσεβεῖς αἱρεσιώτας͵ ὅτι κατὰ πάντα βλάσφημα καὶ ἄθεα καὶ ἀνόητα διδάσκουσιν͵ ἐδήλωσά σοι. ὅτι δ΄ οὐκ ἐφ΄ ὑμῶν μόνων τοῦτο λέγειν με ἐπίστασθε͵ τῶν γεγενημένων ἡμῖν λόγων ἁπάντων͵ ὡς δύναμίς μου͵ σύνταξιν ποιήσομαι͵ ἐν οἷς καὶ τοῦτο ὁμολογοῦντά με͵ ὃ καὶ πρὸς ὑμᾶς ὁμολογῶ͵ ἐγγράψω. οὐ γὰρ ἀνθρώποις μᾶλλον ἢ ἀνθρωπίνοις διδάγμασιν αἱροῦμαι ἀκολουθεῖν͵ ἀλλὰ θεῷ καὶ τοῖς παρ΄ ἐκείνου διδάγμασιν. εἰ γὰρ καὶ συνεβάλετε ὑμεῖς τισι λεγομένοις Χριστιανοῖς͵ καὶ τοῦτο μὴ ὁμολογοῦσιν͵ ἀλλὰ καὶ βλασφημεῖν τολμῶσι τὸν θεὸν Ἀβραὰμ καὶ τὸν θεὸν Ἰσαὰκ καὶ τὸν θεὸν Ἰακώβ͵ οἳ καὶ λέγουσι μὴ εἶναι νεκρῶν ἀνάστασιν͵ ἀλλὰ ἅμα τῷ ἀποθνήσκειν τὰς ψυχὰς αὐτῶν ἀναλαμβάνεσθαι εἰς τὸν οὐρανόν͵ μὴ ὑπολάβητε αὐτοὺς Χριστιανούς͵ ὥσπερ οὐδὲ Ἰουδαίους͵ ἄν τις ὀρθῶς ἐξετάσῃ͵ ὁμολογήσειεν εἶναι τοὺς Σαδδουκαίους ἢ τὰς ὁμοίας αἱρέσεις Γενιστῶν καὶ Μεριστῶν καὶ Γαλιλαίων καὶ Ἑλληνιανῶν καὶ Φαρισαίων καὶ Βαπτιστῶν (καὶ μὴ ἀηδῶς ἀκούσητέ μου πάντα ἃ φρονῶ λέγοντος)͵ ἀλλὰ λεγομένους μὲν Ἰουδαίους καὶ τέκνα Ἀβραάμ͵ καὶ χείλεσιν ὁμολογοῦντας τὸν θεόν͵ ὡς αὐτὸς κέκραγεν ὁ θεός͵ τὴν δὲ καρδίαν πόρρω ἔχειν ἀπ΄ αὐτοῦ. ἐγὼ δέ͵ καὶ εἴ τινές εἰσιν ὀρθογνώμονες κατὰ πάντα Χριστιανοί͵ καὶ σαρκὸς ἀνάστασιν γενήσεσθαι ἐπιστάμεθα καὶ χίλια ἔτη ἐν Ἰερουσαλὴμ οἰκοδομηθείσῃ καὶ κοσμηθείσῃ καὶ πλατυνθείσῃ͵ ὡς οἱ προφῆται Ἰεζεκιὴλ καὶ Ἠσαίας καὶ οἱ ἄλλοι ὁμολογοῦσιν». (Διάλογος προς Τρύφωνα 80.1.1-5) Διαθέσιμο στα αγγλικά, από το έργο The Apostolic Fathers with Justin Martyr and Irenaeus, του Φίλιπ Σαφ (Philip Schaff) εδώ, στον ιστότοπο newadvent.org