Συμφωνία της Βαβυλώνας (Greek Wikipedia)

Analysis of information sources in references of the Wikipedia article "Συμφωνία της Βαβυλώνας" in Greek language version.

refsWebsite
Global rank Greek rank
4,082nd place
15th place
27th place
11th place
230th place
135th place
3,028th place
745th place

google.gr

books.google.gr

thelatinlibrary.com

uchicago.edu

penelope.uchicago.edu

wikisource.org

el.wikisource.org

  • Διοδώρου του Σικελιώτου Βιβλιοθήκης Ιστορικής τα σωζόμενα, ΙΗ Στο κεφάλαιο: «Περδίκκου παράληψις τῆς κατὰ τὴν βασιλείαν ἐπιμελείας καὶ διαίρεσις τῶν σατραπειῶν.»
    «τῶν δὲ σωματοφυλάκων ἀποχωρησάντων ἐκ τῆς Βαβυλῶνος καὶ παρασκευαζομένων εἰς πόλεμον οἱ χαριέστατοι τῶν ἀνδρῶν ἔπεισαν αὐτοὺς ὁμονοῆσαι. εὐθὺ δὲ βασιλέα κατέστησαν τὸν Φιλίππου υἱὸν Ἀρριδαῖον καὶ μετωνόμασαν Φίλιππον, ἐπιμελητὴν δὲ τῆς βασιλείας Περδίκκαν, ᾧ καὶ ὁ βασιλεὺς τὸν δακτύλιον τελευτῶν δεδώκει, τοὺς δὲ ἀξιολογωτάτους τῶν φίλων καὶ σωματοφυλάκων παραλαβεῖν τὰς σατραπείας καὶ ὑπακούειν τῷ τε βασιλεῖ καὶ τῷ Περδίκκᾳ. οὗτος δὲ παραλαβὼν τὴν τῶν ὅλων ἡγεμονίαν καὶ συνεδρεύσας μετὰ τῶν ἡγεμόνων Πτολεμαίῳ μὲν τῷ Λάγου τὴν Αἴγυπτον ἔδωκεν, Λαομέδοντι δὲ τῷ Μιτυληναίῳ Συρίαν, Φιλώτᾳ δὲ Κιλικίαν καὶ Πίθωνι μὲν Μηδίαν, Εὐμενεῖ δὲ Παφλαγονίαν καὶ Καππαδοκίαν καὶ πάσας τὰς συνοριζούσας ταύταις χώρας, ἃς Ἀλέξανδρος οὐκ ἐπῆλθεν ἐκκλεισθεὶς ὑπὸ τῶν καιρῶν, ὅτε διεπολέμει πρὸς Δαρεῖον, Ἀντιγόνῳ δὲ Παμφυλίαν καὶ Λυκίαν καὶ τὴν μεγάλην καλουμένην Φρυγίαν, μετὰ δὲ ταῦτα Κασάνδρῳ μὲν Καρίαν, Μελεάγρῳ δὲ Λυδίαν, Λεοννάτῳ δὲ τὴν ἐφ᾽ Ἑλλησπόντῳ Φρυγίαν. αὗται μὲν οὖν αἱ σατραπεῖαι τοῦτον τὸν τρόπον ἐμερίσθησαν. κατὰ δὲ τὴν Εὐρώπην Λυσιμάχῳ μὲν ἐδόθη Θρᾴκη καὶ τὰ συνορίζοντα τῶν ἐθνῶν παρὰ τὴν Ποντικὴν θάλασσαν, ἡ δὲ Μακεδονία καὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν Ἀντιπάτρῳ προσωρίσθη. τὰς δὲ κατὰ τὴν Ασίαν παραλελειμμένας σατραπείας ἔδοξε μὴ κινεῖν, ἀλλ᾽ ἐᾶν ὑπὸ τοὺς αὐτοὺς ἡγεμόνας τεταγμένας: ὁμοίως δὲ καὶ Ταξίλην καὶ Πῶρον κυρίους εἶναι τῶν ἰδίων βασιλειῶν, καθάπερ αὐτὸς Ἀλέξανδρος ἦν τεταχώς. τούτων δὲ τὴν συνορίζουσαν σατραπείαν τοῖς περὶ Ταξίλην βασιλεῦσι συνεχώρησε: τὴν δὲ παρὰ τὸν Καύκασον κειμένην, ὀνομαζομένην δὲ Παροπανισαδῶν προσώρισεν Ὀξυάρτῃ τῷ Βακτριανῷ βασιλεῖ, οὗ τὴν θυγατέρα Ῥωξάνην γεγαμηκὼς ἦν Ἀλέξανδρος. καὶ Σιβυρτίῳ μὲν ἔδωκεν Ἀραχωσίαν καὶ Κεδρωσίαν, Στασάνορι δὲ τῷ Σολίῳ τὴν Ἀρίαν καὶ Δραγγινήν, Φιλίππῳ δὲ προσώρισε Βακτριανὴν καὶ Σογδιανήν, Φραταφέρνῃ δὲ Παρθυαίαν καὶ Ὑρκανίαν καὶ Πευκέστῃ μὲν Περσίδα, Τληπολέμῳ δὲ Καρμανίαν, Ἀτροπάτῃ δὲ Μηδίαν, Ἄρχωνι δὲ τὴν Βαβυλωνίαν, Ἀρκεσιλάῳ δὲ Μεσοποταμίαν. Σέλευκον δ᾽ ἔταξεν ἐπὶ τὴν ἱππαρχίαν τῶν ἑταίρων, οὖσαν ἐπιφανεστάτην»